Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.2 Dem. 19.5 (English) >>Dem. 19.9

19.4ὡς δή μοι δοκεῖτʼ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθʼ ὑμῖν λέξω· εἰ σκέψαισθε παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δʼ ὧν ἔπεισε, τρίτον δʼ ὧν προσετάξατʼ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως μὴ πάντα ταῦτα πέπρακται. 19.5τί δήποτε τούτων; ὅτι ἐκ μὲν τῶν ἀπαγγελιῶν τὸ βουλεύσασθαι περὶ τῶν πραγμάτων ὑμῖν ἐστίν· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντʼ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετʼ εἶναι τὰς τῶν πρέσβεων· ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε· οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν πρεσβευτὴς φαῦλον οὐδʼ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς. 19.6καὶ μὴν περὶ ὧν γε προσετάξατʼ εἰπεῖν πρᾶξαι καὶ διαρρήδην ἐψηφίσασθε ποιῆσαι, προσήκει διῳκηκέναι. εἶεν· τῶν δὲ δὴ χρόνων διὰ τί; ὅτι πολλάκις, ἄνδρες Ἀθηναῖοι, συμβαίνει πολλῶν πραγμάτων καὶ μεγάλων καιρὸν ἐν βραχεῖ χρόνῳ γίγνεσθαι, ὃν ἄν τις ἑκὼν καθυφῇ τοῖς ἐναντίοις καὶ προδῷ, οὐδʼ ἂν ὁτιοῦν ποιῇ πάλιν οἷός τʼ ἔσται σῶσαι. 19.7ἀλλὰ μὴν ὑπέρ γε τοῦ προῖκʼ μή, τὸ μὲν ἐκ τούτων λαμβάνειν, ἐξ ὧν πόλις βλάπτεται, πάντες οἶδʼ ὅτι φήσαιτʼ ἂν εἶναι δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον· μέντοι τὸν νόμον τιθεὶς οὐ διώρισεν τοῦτο, ἀλλʼ ἁπλῶς εἶπε μηδαμῶς δῶρα λαμβάνειν, ἡγούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸν ἅπαξ λαβόντα καὶ διαφθαρένθʼ ὑπὸ χρημάτων οὐδὲ κριτὴν ἔτι τῶν συμφερόντων ἀσφαλῆ μένειν τῇ πόλει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.2 Dem. 19.5 (English) >>Dem. 19.9

Powered by PhiloLogic